bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΩΒ
  • Hiob 36,13

36

1Προσθεὶς δὲ Ελιους ἔτι λέγει

2Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε·

ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.

3ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν

ἔργοις δέ μου δίκαια ἐρῶ

4ἐπ᾽ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα·

ἀδίκως συνίεις.

5γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον.

*δυνατὸς ἰσχύι καρδίας

6*ἀσεβῆ οὐ μὴ ζωοποιήσει

*καὶ κρίμα πτωχῶν δώσει.

7*οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ·

*καὶ μετὰ βασιλέων εἰς θρόνον

*καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.

8*καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις

*συσχεθήσονται ἐν σχοινίοις πενίας,

9*καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν

*καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.‡

10ἀλλὰ τοῦ δικαίου εἰσακούσεται·

*καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.

11*ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν,

*συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς

*καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.‡

12ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον

καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.

13*καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν·

*οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.‡

14ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν,

ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,

15ἀνθ᾽ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον·

κρίμα δὲ πραέων ἐκθήσει.

16*καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ·

*ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς·

*καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.‡

17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,

18θυμὸς δὲ ἐπ᾽ ἀσεβεῖς ἔσται

δι᾽ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾽ ἀδικίαις.

19μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς

δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων,

*καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.

20*μὴ ἐξελκύσῃς τὴν νύκτα

*τοῦ ἀναβῆναι λαοὺς ἀντ᾽ αὐτῶν·‡

21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα·

*ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.

22*ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ·‡

τίς γάρ ἐστιν κατ᾽ αὐτὸν δυνάστης;

23τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα;

ἢ τίς ὁ εἴπας ῎Επραξεν ἄδικα;

24μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα,

*ὧν ἦρξαν ἄνδρες·

25*πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,‡

ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.

26*ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα·

*ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.‡

27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ,

*καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·

28*ῥυήσονται παλαιώματα,‡

ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν.

28aὥραν ἔθετο κτήνεσιν,

οἴδασιν δὲ κοίτης τάξιν.

28bἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια

οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος;

29*καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης,

*ἰσότητα σκηνῆς αὐτοῦ,

30*ἰδοὺ ἐκτείνει ἐπ᾽ αὐτὸν ηδω

*καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.

31*ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς,

*δώσει τροφὴν τῷ ἰσχύοντι.

32*ἐπὶ χειρῶν ἐκάλυψεν φῶς

*καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·

33*ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ·

*κτῆσις καὶ περὶ ἀδικίας.