• Auf Facebook teilen
  • Vers twittern
  • ΕΚΚΛΗΣΙΑΣΤΗΣ
  • Pred 3

3

1Τοῖς πᾶσιν χρόνος,

καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν.

2καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν,

καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι πεφυτευμένον,

3καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι,

καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομῆσαι,

4καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι,

καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι,

5καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους,

καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήμψεως,

6καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι,

καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν,

7καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι,

καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν,

8καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι,

καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης.

9τίς περισσεία τοῦ ποιοῦντος ἐν οἷς αὐτὸς μοχθεῖ;

10εἶδον σὺν τὸν περισπασμόν, ὃν ἔδωκεν ὁ θεὸς

τοῖς υἱοῖς τοῦ ἀνθρώπου τοῦ περισπᾶσθαι ἐν αὐτῷ.

11σὺν τὰ πάντα ἐποίησεν καλὰ ἐν καιρῷ αὐτοῦ

καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν,

ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος

τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεός, ἀπ᾽ ἀρχῆς καὶ μέχρι τέλους.

12ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς

εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ·

13καί γε πᾶς ὁ ἄνθρωπος, ὃς φάγεται καὶ πίεται

καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ,

δόμα θεοῦ ἐστιν.

14ἔγνων ὅτι πάντα, ὅσα ἐποίησεν ὁ θεός,

αὐτὰ ἔσται εἰς τὸν αἰῶνα·

ἐπ᾽ αὐτῷ οὐκ ἔστιν προσθεῖναι,

καὶ ἀπ᾽ αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν,

καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ.

15τὸ γενόμενον ἤδη ἐστίν,

καὶ ὅσα τοῦ γίνεσθαι, ἤδη γέγονεν,

καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον.

16Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον τῆς κρίσεως,

ἐκεῖ ὁ ἀσεβής,

καὶ τόπον τοῦ δικαίου,

ἐκεῖ ὁ ἀσεβής.

17εἶπα ἐγὼ ἐν καρδίᾳ μου

Σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός,

ὅτι καιρὸς τῷ παντὶ πράγματι

καὶ ἐπὶ παντὶ τῷ ποιήματι.

18ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου

περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου,

ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός,

καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοῖς.

19ὅτι συνάντημα υἱῶν τοῦ ἀνθρώπου

καὶ συνάντημα τοῦ κτήνους,

συνάντημα ἓν αὐτοῖς·

ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου,

καὶ πνεῦμα ἓν τοῖς πᾶσιν·

καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος;

οὐδέν, ὅτι τὰ πάντα ματαιότης.

20τὰ πάντα πορεύεται εἰς τόπον ἕνα·

τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός,

καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν·

21καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου

εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω,

καὶ πνεῦμα τοῦ κτήνους

εἰ καταβαίνει αὐτὸ κάτω εἰς γῆν;

22καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν

εἰ μὴ ὃ εὐφρανθήσεται ὁ ἄνθρωπος

ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ·

ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἐὰν γένηται μετ᾽ αὐτόν;


Copyright: Der hier gebotene Text der Septuaginta basiert auf der von A. Rahlfs und R. Hanhart herausgegebenen Druckausgabe, © Deutsche Bibelgesellschaft, Stuttgart 2006.

Verfügbare Ausgaben im Shop ansehen