bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΨΑΛΜΟΙ
  • Ps 85

85

1Προσευχὴ τῷ Δαυιδ.

Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου,

ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.

2φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι·

σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.

3ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.

4εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου,

ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου.

5ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς

καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.

6ἐνώτισαι, κύριε, τὴν προσευχήν μου

καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

7ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.

8οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε,

καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.

9πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν

καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε,

καὶ δοξάσουσιν τὸ ὄνομά σου,

10ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια,

σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.

11ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου,

καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου·

εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.

12ἐξομολογήσομαί σοι, κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου

καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,

13ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ

καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.

14ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ,

καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου

καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.

15καὶ σύ, κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων,

μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.

16ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με,

δὸς τὸ κράτος σου τῷ παιδί σου

καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.

17ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν,

καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν,

ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.