bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΩΒ
  • Hiob 39

39

1*εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας,‡

ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων;

2ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ,

ὠδῖνας δὲ αὐτῶν ἔλυσας;

3ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου;

*ὠδῖνας αὐτῶν ἐξαποστελεῖς;

4*ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι,

*ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.‡

5τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον,

δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;

6ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον

*καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα·‡

7καταγελῶν πολυοχλίας πόλεως,

μέμψιν δὲ φορολόγου οὐκ ἀκούων

8*κατασκέψεται ὄρη νομὴν αὐτοῦ

*καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.‡

9βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι

ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου;

10δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ,

ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;

11πέποιθας δὲ ἐπ᾽ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ,

ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;

12πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον,

εἰσοίσει δέ σου τὸν ἅλωνα;

13*πτέρυξ τερπομένων νεελασα,

*ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα·

14*ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς

*καὶ ἐπὶ χοῦν θάλψει

15*καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ

*καὶ θηρία ἀγροῦ καταπατήσει·

16*ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ,

*εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου·

17*ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν

*καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει.

18*κατὰ καιρὸν ἐν ὕψει ὑψώσει,

*καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.‡

19ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν,

ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;

20περιέθηκας δὲ αὐτῷ πανοπλίαν,

δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ;

21ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ,

ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι·

22συναντῶν βέλει καταγελᾷ

καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου·

23ἐπ᾽ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα,

24καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν

καὶ οὐ μὴ πιστεύσῃ, ἕως ἂν σημάνῃ σάλπιγξ·

25σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε,

πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.

26ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ

ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον;

27ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός,

γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται *

28ἐπ᾽ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ;‡

29ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα,

*πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν·‡

30νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι,

οὗ δ᾽ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.