bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΩΒ
  • Hiob 18

18

1῾Υπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

2Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.

3διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;

4κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ᾽ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;

5καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ·

6τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ᾽ αὐτῷ σβεσθήσεται.

7θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.

8ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη.

9ἔλθοισαν δὲ ἐπ᾽ αὐτὸν παγίδες· *κατισχύσει ἐπ᾽ αὐτὸν διψῶντας. *

10κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ *καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.‡

11κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ.

12πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.

13βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.

14ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. *

15κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, *κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. *

16ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, *καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.‡

17τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, *καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.‡

18ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.

19οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ᾽ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ᾽ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.

20ἐπ᾽ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα.

21οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.