bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΩΒ
  • Hiob 32

32

1῾Ησύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ιωβ· ἦν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτῶν.

2ὠργίσθη δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ραμ τῆς Αυσίτιδος χώρας, ὠργίσθη δὲ τῷ Ιωβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου·

3καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.

4Ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ιωβ, *ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. *

5καὶ εἶδεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις *ἐν στόματι τῶν τριῶν ἀνδρῶν, *καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ.‡

6ὑπολαβὼν δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης εἶπεν Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην·

7εἶπα δὲ ὅτι ῾Ο χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν.

8ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα·

9οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδ᾽ οἱ γέροντες οἴδασιν κρίμα.

10διὸ εἶπα ᾿Ακούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·

11ἐνωτίζεσθέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, *ἄχρι οὗ ἐτάσητε λόγους. *

12καὶ μέχρι ὑμῶν συνήσω, *καὶ ἰδοὺ οὐκ ἦν τῷ Ιωβ ἐλέγχων, *ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν,‡

13ἵνα μὴ εἴπητε Εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι·

14ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.—*

15ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, *ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. *

16ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· *ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.‡

17῾Υπολαβὼν δὲ Ελιους λέγει

18Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·

19ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.

20λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη·

21ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·

22οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.