bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΩΒ
  • Hiob 28

28

1ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται.

2σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.

3τάξιν ἔθετο σκότει, *καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· *λίθος σκοτία καὶ σκιὰ θανάτου, *

4διακοπὴ χειμάρρου ἀπὸ κονίας·‡ οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν. *

5γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, *ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. *

6τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, *καὶ χῶμα, χρυσίον αὐτῷ. *

7τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, *καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· *

8οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, *οὐ παρῆλθεν ἐπ᾽ αὐτῆς λέων. *

9ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,‡ κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·

10δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός·

11βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.

12ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;

13οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. *

14ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί· *καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ᾽ ἐμοῦ. *

15οὐ δώσει συγκλεισμὸν ἀντ᾽ αὐτῆς, *καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· *

16καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ, *ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· *

17οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος *καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· *

18μετέωρα καὶ γαβις οὐ μνησθήσεται, *καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· *

19οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, *χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.‡

20ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;

21λέληθεν πάντα ἄνθρωπον *καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· *

22ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν‡ ᾿Ακηκόαμεν δὲ αὐτῆς τὸ κλέος.

23ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς·

24αὐτὸς γὰρ τὴν ὑπ᾽ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν,

25ἀνέμων σταθμὸν ὕδατός τε μέτρα·

26ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν *καὶ ὁδὸν ἐν τινάγματι φωνάς· *

27τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν,‡ ἑτοιμάσας ἐξιχνίασεν.

28εἶπεν δὲ ἀνθρώπῳ ᾿Ιδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.