bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΩΒ
  • Hiob 16

16

1῾Υπολαβὼν δὲ Ιωβ λέγει

2᾿Ακήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες.

3τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος; *ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;‡

4κἀγὼ καθ᾽ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ᾽ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ᾽ ὑμῶν κεφαλήν·

5εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι.

6ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;

7νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα, *

8καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· *καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, *κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.‡

9ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾽ ἐμοὶ ἔπεσεν.

10ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾽ ἐμοί.

11παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με·

12εἰρηνεύοντα διεσκέδασέν με, λαβών με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν.

13ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·

14κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι.

15σάκκον ἔρραψα ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.

16ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά.

17ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά.

18γῆ, μὴ ἐπικαλύψῃς ἐφ᾽ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.

19καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.

20ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.

21εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου *καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ.‡

22ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.