19πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα.