14καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωθ, καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα ἑπτὰ ἄνδρας.

15καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν αὐτοῖς ᾿Ιδοὺ Ζεβεε καὶ Σαλμανα, δι᾽ οὓς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους;

16καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχωθ.