10καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους (αὕτη ἐστὶν Ιερουσαλημ), καὶ μετ᾽ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾽ αὐτοῦ.