16

1Καὶ ἐπορεύθη Σαμψων ἐκεῖθεν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν.

2καὶ ἀπηγγέλη τοῖς Γαζαίοις λέγοντες ῞Ηκει Σαμψων ἐνταῦθα. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ῞Εως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν.