21Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ιδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου, καὶ μεθυσθήσῃ καὶ ἀποχεεῖς.

22᾿Εξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σιων· οὐ προσθήσει ἔτι ἀποικίσαι σε. ἐπεσκέψατο ἀνομίας σου, θύγατερ Εδωμ· ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου.