6Καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς ᾿Ιησοῦν ἐν Γαλγαλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη·

7τεσσαράκοντα γὰρ ἐτῶν ἤμην, ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ,