10καὶ νῦν διέθρεψέν με κύριος, ὃν τρόπον εἶπεν, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ᾽ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·