14Οὕτως λέγει κύριος σαβαωθ ᾿Εκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν θεὸς πλὴν σοῦ·