15

1Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.

2λυπεῖσθε ἐφ᾽ ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβων· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν· ἐπὶ Ναβαυ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι·

3ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε, ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.

4ὅτι κέκραγεν Εσεβων καὶ Ελεαλη, ἕως Ιασσα ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

5ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγωρ, δάμαλις γάρ ἐστιν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός.

6τὸ ὕδωρ τῆς Νεμριμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.

7μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα ῎Αραβας, καὶ λήμψονται αὐτήν.

8συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Αγαλλιμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αιλιμ.

9τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ρεμμων ῎Αραβας καὶ ἀρῶ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα.

16

1᾿Αποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων;

2ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θύγατερ Μωαβ. ἔπειτα δέ, Αρνων,

3πλείονα βουλεύου, ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχθῇς.

4παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.

5καὶ διορθωθήσεται μετ᾽ ἐλέους θρόνος, καὶ καθίεται ἐπ᾽ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.

6᾿Ηκούσαμεν τὴν ὕβριν Μωαβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρας. οὐχ οὕτως ἡ μαντεία σου,

7οὐχ οὕτως. ὀλολύξει Μωαβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ.

8τὰ πεδία Εσεβων πενθήσει, ἄμπελος Σεβαμα· καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον.

9διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα· τὰ δένδρα σου κατέβαλεν, Εσεβων καὶ Ελεαλη, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.

10καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.

11διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας.

12καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.

13Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ, ὁπότε καὶ ἐλάλησεν.

14καὶ νῦν λέγω ᾿Εν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.