48

1Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ισμαηλ υἱὸς Ναθανιου υἱοῦ Ελασα ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ᾽ αὐτοῦ πρὸς Γοδολιαν εἰς Μασσηφα, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα.

2καὶ ἀνέστη Ισμαηλ καὶ οἱ δέκα ἄνδρες, οἳ ἦσαν μετ᾽ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολιαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς,