7Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.

8μεμφόμενος γὰρ αὐτοὺς λέγει·


ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος,


καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ


καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,

9οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν


ἐν

ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν


ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,


ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,


κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος·

10ὅτι αὕτη ἡ διαθήκη

, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ


μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος·


διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν


καὶ ἐπὶ

καρδίας αὐτῶν

ἐπιγράψω αὐτούς,


καὶ ἔσομαι αὐτοῖς εἰς θεόν,


καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν·

11καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν

πολίτην αὐτοῦ


καὶ ἕκαστος τὸν ἀδελφὸν

αὐτοῦ λέγων· γνῶθι τὸν κύριον,


ὅτι πάντες εἰδήσουσίν με


ἀπὸ μικροῦ

ἕως μεγάλου αὐτῶν,

12ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν


καὶ τῶν

ἁμαρτιῶν αὐτῶν

οὐ μὴ μνησθῶ ἔτι.

13ἐν τῷ λέγειν καινὴν πεπαλαίωκεν τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.