31Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ.

32καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα.

33ἀπέθανεν δὲ Βαλακ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας.

34ἀπέθανεν δὲ Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων.

35ἀπέθανεν δὲ Ασομ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.

36ἀπέθανεν δὲ Αδαδ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας.

37ἀπέθανεν δὲ Σαμαλα, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν.

38ἀπέθανεν δὲ Σαουλ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ.

39ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Αραδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ.