16καὶ ἐπορεύετο κατ᾽ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις,

17ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ.