22καὶ ἐθυμώθη ὀργῇ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουηλ καὶ Δαυιδ; καὶ εἶπαν ᾿Ιδοὺ ἐν Ναυαθ ἐν Ραμα.

23καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ραμα, καὶ ἐγενήθη καὶ ἐπ᾽ αὐτῷ πνεῦμα θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα.