16καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν.