13 1 Καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν 2 Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ,
ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ,
κατάγει εἰς ᾅδην καὶ ἀνάγει,
καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς·
ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος,
καθότι αὐτὸς κύριος ἡμῶν καὶ θεός,
αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.
καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν,
οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
καὶ ἐν ὅλῃ τῇ ψυχῇ ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν,
τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ᾽ ὑμῶν.
καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν·
καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης
καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων.
καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν
᾿Επιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ·
τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;
καὶ ἡ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ
καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
Ιεροσόλυμα πόλις ἁγία,
μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου
καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων,
ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς.
καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους
εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ,
γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.
ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δικαίων·
ὦ μακάριοι οἱ ἀγαπῶντές σε,
χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου.
ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου
καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα.
ἡ ψυχή μου εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν.
καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου
καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καθαρῷ,
καὶ αἱ πλατεῖαι Ιερουσαλημ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφιρ ψηφολογηθήσονται.
λέγοντες Εὐλογητὸς ὁ θεός, ὃς ὕψωσεν πάντας τοὺς αἰῶνας.




