WiBiLex.de: Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft

Septuaginta

Sprichwörter/Sprüche

9 1 ῾Η σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον

καὶ ὑπήρεισεν στύλους ἑπτά·

2 ἔσφαξεν τὰ ἑαυτῆς θύματα,

ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον

καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·

3 ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους

συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα

4 ῞Ος ἐστιν ἄφρων, ἐκκλινάτω πρός με·

καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν

5 ῎Ελθατε φάγετε τῶν ἐμῶν ἄρτων

καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν·

6 ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε,

καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε,

καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.

7 ῾Ο παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν,

ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.

8 μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·

ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.

9 δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·

γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.

10 ἀρχὴ σοφίας φόβος κυρίου,

καὶ βουλὴ ἁγίων σύνεσις·

10a τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· 11 τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,

καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.

12 υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·

ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀναντλήσεις κακά.

12a ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους,

ὁ δ᾽ αὐτὸς διώξεται ὄρνεα πετόμενα·

12b ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,

τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·

12c διαπορεύεται δὲ δι᾽ ἀνύδρου ἐρήμου

καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,

συνάγει δὲ χερσὶν ἀκαρπίαν.

13 Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,

ἣ οὐκ ἐπίσταται αἰσχύνην·

14 ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου

ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις

15 προσκαλουμένη τοὺς παριόντας

καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν

16 ῞Ος ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με·

ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα

17 ῎Αρτων κρυφίων ἡδέως ἅψασθε

καὶ ὕδατος κλοπῆς γλυκεροῦ.

18 ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾽ αὐτῇ ὄλλυνται,

καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ.

18a ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ

μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν·

18b οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον

καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον·

18c ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου

καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς,

18d ἵνα πολὺν ζήσῃς χρόνον,

προστεθῇ δέ σοι ἔτη ζωῆς.

Bibelstelle aufschlagen

» Los

Im Kontext anzeigen
Isoliert anzeigen

Info Anmeldung

Anmeldung

Derzeit sind Sie als Gast auf den Seiten von Bibelwissenschaft.de unterwegs. So können Sie im Bibeltext lesen, aber keine weiteren Informationen aufrufen und keine Suche durchführen. Um auch diese Funktionen zu nutzen, melden Sie sich bitte mit Ihrem Benutzer-Namen an oder registrieren Sie sich kostenlos als neue/r Nutzer/in.

Download

Griechische Schriftart

Für die Darstellung des griechischen Bibeltextes wird ein auf Ihrem System verfügbarer Unicode-Zeichensatz verwendet. Wenn dabei Fehler auftauchen, empfehlen wir Ihnen den speziellen Zeichensatz SBL-Greek, den Sie hier kostenlos herunterladen können.

Griechische AT-Ausgaben

Septuaginta

Septuaginta

Der renommierte Septuaginta-Forscher Robert Hanhart hat die Septuaginta-Handausgabe von Alfred Rahlfs überarbeitet. »Rahlfs/Hanhart« steht für den neuen, weltweit führenden Standard.

Mehr lesen ...