τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·
ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·
ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου·
ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου,
[ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ.]
φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·
καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.
καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης,
οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος·
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
καὶ θνητὸς ὃς εἶδεν φρόνησιν·
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.
οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν·
εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ,
πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα·
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.
καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ·
καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής.
ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει·
νέφη δὲ ἐρρύησαν δρόσους.
τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν,
καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.
καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις,
ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.
ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·
οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·
καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευθῇς.
ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν·
δυνατοῦ σου ὄντος εὖ ποιεῖν·
οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.
παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
μή τι εἰς σὲ ἐργάσηται κακόν.
μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν·
ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
ταπεινοῖς δὲ δίδωσιν χάριν.
οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.




