WiBiLex.de: Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft

Septuaginta

Sprichwörter/Sprüche

2 1 Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, 2 ὑπακούσεται σοφίας τὸ οὖς σου,

καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν,

παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.

3 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ

καὶ τῇ συνέσει δῷς φωνήν σου,

τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ,

4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον

καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν,

5 τότε συνήσεις φόβον κυρίου

καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.

6 ὅτι κύριος δίδωσιν σοφίαν,

καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·

7 καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν,

ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν

8 τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων

καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.

9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα

καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.

10 ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν,

ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ,

11 βουλὴ καλὴ φυλάξει σε,

ἔννοια δὲ ὁσία τηρήσει σε,

12 ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς

καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.

13 ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας

τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους,

14 οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς

καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ,

15 ὧν αἱ τρίβοι σκολιαὶ

καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν

16 τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας

καὶ ἀλλότριον τῆς δικαίας γνώμης.

17 υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ

ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος

καὶ διαθήκην θείαν ἐπιλελησμένη·

18 ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς

καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·

19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν

οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας·

οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.

20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς,

εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.

21 χρηστοὶ ἔσονται οἰκήτορες γῆς,

ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ,

ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν,

καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ·

22 ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται,

οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾽ αὐτῆς.

Bibelstelle aufschlagen

» Los

Im Kontext anzeigen
Isoliert anzeigen

Info Anmeldung

Anmeldung

Derzeit sind Sie als Gast auf den Seiten von Bibelwissenschaft.de unterwegs. So können Sie im Bibeltext lesen, aber keine weiteren Informationen aufrufen und keine Suche durchführen. Um auch diese Funktionen zu nutzen, melden Sie sich bitte mit Ihrem Benutzer-Namen an oder registrieren Sie sich kostenlos als neue/r Nutzer/in.

Download

Griechische Schriftart

Für die Darstellung des griechischen Bibeltextes wird ein auf Ihrem System verfügbarer Unicode-Zeichensatz verwendet. Wenn dabei Fehler auftauchen, empfehlen wir Ihnen den speziellen Zeichensatz SBL-Greek, den Sie hier kostenlos herunterladen können.

Griechische AT-Ausgaben

Septuaginta

Septuaginta

Der renommierte Septuaginta-Forscher Robert Hanhart hat die Septuaginta-Handausgabe von Alfred Rahlfs überarbeitet. »Rahlfs/Hanhart« steht für den neuen, weltweit führenden Standard.

Mehr lesen ...