Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;
κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;
οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν·
ἐὰν ἐπαναστῇ ἐπ᾽ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,
τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου
καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.
ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ,
ἐν πέτρᾳ ὕψωσέν με·
ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ,
ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ.
ἐλέησόν με καὶ εἰσάκουσόν μου.
τὸ πρόσωπόν σου, κύριε, ζητήσω.
μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·
βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με
καὶ μὴ ἐγκαταλίπῃς με, ὁ θεὸς ὁ σωτήρ μου.
ὁ δὲ κύριος προσελάβετό με.
καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι,
καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου,
καὶ ὑπόμεινον τὸν κύριον.




