ἀδυνατεῖ δέ σοι οὐθέν.
φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν;
τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν,
μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην;
ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.
νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε·
ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
῞Ημαρτες σὺ καὶ οἱ δύο φίλοι σου·
οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν
ὥσπερ ὁ θεράπων μου Ιωβ.
καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ,
καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν·
Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν,
*ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι·‡
εἰ μὴ γὰρ δι᾽ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς·
οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ.—
καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος,
καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ.
εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν·
ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν.
πάντα τὰ συμβεβηκότα αὐτῷ
καὶ ἦλθον πρὸς αὐτὸν
καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου·
φαγόντες δὲ καὶ πιόντες παρ᾽ αὐτῷ παρεκάλεσαν αὐτόν,
καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος·
ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον.
ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια,
κάμηλοι ἑξακισχίλιαι,
ζεύγη βοῶν χίλια,
ὄνοι θήλειαι νομάδες χίλιαι.
τὴν δὲ δευτέραν Κασίαν,
τὴν δὲ τρίτην ᾿Αμαλθείας κέρας·
ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ·
*καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν·
ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ ᾿Αραβίας,
προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ·
ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε, τῶν Ησαυ υἱῶν υἱός, μητρὸς δὲ Βοσορρας,
ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ.
πρῶτος Βαλακ ὁ τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα·
μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ·
μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας·
μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.
Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς,
Βαλδαδ ὁ Σαυχαίων τύραννος,
Σωφαρ ὁ Μιναίων βασιλεύς.




