9 1 Καὶ Ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ Ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμωθ Γαλααδ· 2 καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαφατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμιεῖον ἐν τῷ ταμιείῳ· 3 καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς. 4 καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ 5 καὶ εἰσῆλθεν, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων. 6 καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ, 7 καὶ ἐξολεθρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ 8 καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ· 9 καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια· 10 καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν. 11 καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς ῾Υμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. 12 καὶ εἶπον ῎Αδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ιου πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ. 13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον ᾿Εβασίλευσεν Ιου. 14 καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ— καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ, αὐτὸς καὶ πᾶς Ισραηλ, ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας, 15 καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας— καὶ εἶπεν Ιου Εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ᾽ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ιεζραελ. 16 καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ, ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαθ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδεῖν τὸν Ιωραμ. 17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ιωραμ Λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Εἰ εἰρήνη; 18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ῏Ηλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν. 19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.




