WiBiLex.de: Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft

Septuaginta

Sirach


0 1 Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν
2 

καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουθηκότων δεδομένων,

3 

ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας,

4 

καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι,

5 

ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι

6 

καὶ λέγοντας καὶ γράφοντας,

7 ὁ πάππος μου ᾿Ιησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς
8 

εἴς τε τὴν τοῦ νόμου

9 

καὶ τῶν προφητῶν

10 

καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν

11 

καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος

12 

προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων,

13 ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
14 

πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως.

15 Παρακέκλησθε οὖν
16 

μετ᾽ εὐνοίας καὶ προσοχῆς

17 

τὴν ἀνάγνωσιν ποιεῖσθαι

18 

καὶ συγγνώμην ἔχειν

19 

ἐφ᾽ οἷς ἂν δοκῶμεν

20 

τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν·

21 οὐ γὰρ ἰσοδυναμεῖ
22 

αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν·

23 οὐ μόνον δὲ ταῦτα,
24 

ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι

25 

καὶ τὰ λοιπὰ τῶν βιβλίων

26 

οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα.

27 Εν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Eὐεργέτου βασιλέως
28 

παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας

29 

εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον

30 ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον
31 

πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος

32 

ἐν τῷ διαστήματι τοῦ χρόνου

33 

πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι

34 

καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν

35 

προκατασκευαζομένους τὰ ἤθη

Bibelstelle aufschlagen

» Los

Im Kontext anzeigen
Isoliert anzeigen

Info Anmeldung

Anmeldung

Derzeit sind Sie als Gast auf den Seiten von Bibelwissenschaft.de unterwegs. So können Sie im Bibeltext lesen, aber keine weiteren Informationen aufrufen und keine Suche durchführen. Um auch diese Funktionen zu nutzen, melden Sie sich bitte mit Ihrem Benutzer-Namen an oder registrieren Sie sich kostenlos als neue/r Nutzer/in.

Download

Griechische Schriftart

Für die Darstellung des griechischen Bibeltextes wird ein auf Ihrem System verfügbarer Unicode-Zeichensatz verwendet. Wenn dabei Fehler auftauchen, empfehlen wir Ihnen den speziellen Zeichensatz SBL-Greek, den Sie hier kostenlos herunterladen können.

Griechische AT-Ausgaben

Septuaginta

Septuaginta

Der renommierte Septuaginta-Forscher Robert Hanhart hat die Septuaginta-Handausgabe von Alfred Rahlfs überarbeitet. »Rahlfs/Hanhart« steht für den neuen, weltweit führenden Standard.

Mehr lesen ...