bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Novum Testamentum Graece online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
  • Röm 10,14

101Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.

2μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν·

3ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν [δικαιοσύνην] ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν.

4τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 

5Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ [τοῦ] νόμου ὅτι

  • ὁ ποιήσας*
  • αὐτὰ*
  • ἄνθρωπος ζήσεται ἐν*
  • αὐτοῖς.*

6ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει·

  • μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;* τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν·

7ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

8ἀλλὰ τί λέγει;

  • ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου*, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.

9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·

10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

11λέγει γὰρ ἡ γραφή· πᾶς

  • ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.*

12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·

13 πᾶς γὰρ

  • ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.*

14Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;

15πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται·

  • ὡς ὡραῖοι οἱ πόδες*
  • τῶν εὐαγγελιζομένων [τὰ] ἀγαθά.*  

16Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει·

  • κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;*

17ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.

18ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε·

  • εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν*
    • καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.*

19ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει·

  • ἐγὼ παραζηλώσω* ὑμᾶς
  • ἐπ’ οὐκ ἔθνει,*
    • ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ* ὑμᾶς.

20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει·

  • εὑρέθην [ἐν] τοῖς ἐμὲ μὴ ζητοῦσιν,*
    • ἐμφανὴς ἐγενόμην*
  • τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.*

21πρὸς δὲ τὸν Ἰσραὴλ λέγει·

  • ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου*
    • πρὸς λαὸν ἀπειθοῦντα*
  • καὶ ἀντιλέγοντα*.