bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Novum Testamentum Graece online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
  • heb 1

11Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις

2ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·

3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ,

φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,

4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων

ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

5Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων·

  • υἱός μου εἶ σύ,*
    • ἐγὼ σήμερον γεγέννηκά σε;*

καὶ πάλιν·

  • ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,*
    • καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;*

6ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει·

  • καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.*

7καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει·

  • ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ*
  • πνεύματα*
  • καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα,*

8πρὸς δὲ τὸν υἱόν·

  • ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα*
  • τοῦ αἰῶνος ,*
  • καὶ*
  • ἡ ῥάβδος τῆς εὐθύτητος*
  • ῥάβδος τῆς βασιλείας*
  • σου.*

9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας

  • ἀνομίαν·*
  • διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου*
  • ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.*

10καί·

  • σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας,*
  • καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·*

11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ

  • διαμένεις,*
    • καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,*

12 καὶ ὡσεὶ περιβόλαιον

  • ἑλίξεις αὐτούς,*

    ὡς ἱμάτιον

  • καὶ ἀλλαγήσονται·*
    • σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.*

13πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε·

  • κάθου ἐκ δεξιῶν μου,*
  • ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;*

14οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;