WiBiLex.de: Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft

Novum Testamentum Graece

3. Johannes

1 1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. 2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα. 5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. 9 Ἔγραψά τι τῇ ἐκκλησίᾳ· ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν. 13 Πολλὰ εἶχον γράψαι σοι ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν· 14 ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν. 15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.

Bibelstelle aufschlagen

» Los

Im Kontext anzeigen
Isoliert anzeigen

Info Anmeldung

Anmeldung

Derzeit sind Sie als Gast auf den Seiten von Bibelwissenschaft.de unterwegs. So können Sie im Bibeltext lesen, aber keine weiteren Informationen aufrufen und keine Suche durchführen. Um auch diese Funktionen zu nutzen, melden Sie sich bitte mit Ihrem Benutzer-Namen an oder registrieren Sie sich kostenlos als neue/r Nutzer/in.

Download

Griechische Schriftart

Für die Darstellung des griechischen Bibeltextes wird ein auf Ihrem System verfügbarer Unicode-Zeichensatz verwendet. Wenn dabei Fehler auftauchen, empfehlen wir Ihnen den speziellen Zeichensatz SBL-Greek, den Sie hier kostenlos herunterladen können.

Hebräische AT-Ausgaben, Griechische NT-Ausgaben

Biblia Sacra Utriusque Testamenti Editio Hebraica et Graeca

Biblia Sacra Utriusque Testamenti Editio Hebraica et Graeca

Die gesamte Bibel des Alten und Neuen Testaments in den Ursprachen Hebräisch und Griechisch. Der Band vereint die vollständigen wissenschaftlichen Standard-Textausgaben, d.h. die »Biblia Hebraica...

Mehr lesen ...