bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΟΥΔΙΘ
  • Jdt 12,3

12

1Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.

2καὶ εἶπεν Ιουδιθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ᾽ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.

3καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης ᾿Εὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθ᾽ ἡμῶν ἐκ τοῦ γένους σου.

4καὶ εἶπεν Ιουδιθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ᾽ ἐμοῦ, ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο.

5καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν.

6καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα ᾿Επιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν·

7καὶ προσέταξεν Ολοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος·

8καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ·

9καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.

10Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.

11καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Εβραίαν, ἥ ἐστιν παρὰ σοί, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ᾽ ἡμῶν·

12ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.

13καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ᾽ ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ασσουρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ.

14καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ Καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν, ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου.

15καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κῴδια, ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ᾽ αὐτῶν.

16καὶ εἰσελθοῦσα ἀνέπεσεν Ιουδιθ, καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ᾽ αὐτήν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ᾽ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ᾽ ἧς ἡμέρας εἶδεν αὐτήν.

17καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Πίε δὴ καὶ γενήθητι μεθ᾽ ἡμῶν εἰς εὐφροσύνην.

18καὶ εἶπεν Ιουδιθ Πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου.

19καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.

20καὶ ηὐφράνθη Ολοφέρνης ἀπ᾽ αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σφόδρα, ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ᾽ οὗ ἐγεννήθη.