bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΨΑΛΜΟΙ
  • Ps 44,14

44

1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.

2᾿Εξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν,

λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ,

ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

3ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,

ἐξεχύθη χάρις ἐν χείλεσίν σου·

διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα.

4περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ,

τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου

5καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε

ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης,

καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.

6τὰ βέλη σου ἠκονημένα, δυνατέ,

—λαοὶ ὑποκάτω σου πεσοῦνται—

ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.

7ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

8ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν·

διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου

ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

9σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου

ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε.

10θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·

παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ

περιβεβλημένη πεποικιλμένη.

11ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου

καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου,

12ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου,

ὅτι αὐτός ἐστιν ὁ κύριός σου.

13καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις,

τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

14πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν

ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.

15ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς,

αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι·

16ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει,

ἀχθήσονται εἰς ναὸν βασιλέως.

17ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί·

καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.

18μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·

διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι

εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.