bibelwissenschaft.de - Das wissenschaftliche Bibelportal der Deutschen Bibelgesellschaft
Septuaginta online kaufen
  • Auf Facebook teilen
  • Vers twittern
  • ΙΩΒ
  • Hiob 22,2

22

1῾Υπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει

2Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;

3τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; *ἢ ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου;‡

4ἦ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;

5πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι;

6ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·

7οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·

8ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·

9χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας.

10τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος·

11τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.

12μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν; *

13καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός; *ἦ κατὰ τοῦ γνόφου κρινεῖ; *

14νέφη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται *καὶ γῦρον οὐρανοῦ διαπορεύσεται. *

15μὴ τρίβον αἰώνιον φυλάξεις, *ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, *

16οἳ συνελήμφθησαν ἄωροι; *ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν‡

17οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ;

18ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾽ αὐτοῦ.

19ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. *

20εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, *καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.‡

21γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ᾽ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.

22ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.

23ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. *

24θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ *καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ.‡

25ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.

26εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς·

27εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·

28ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. *

29ὅτι ἐταπείνωσεν αὐτόν, καὶ ἐρεῖς ῾Υπερηφανεύσατο, *καὶ κύφοντα ὀφθαλμοῖς σώσει· *

30ῥύσεται ἀθῷον, *καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου.‡